Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.26 Dem. 54.30 (English) >>Dem. 54.33

54.28ἀλλὰ πρῶτον μὲν πρὸ τοῦ τὴν δίκην ληχθῆναι, ἡνίκʼ ἀσθενῶν ἐγὼ κατεκείμην, καὶ οὐκ εἰδὼς εἰ περιφεύξομαι, πρὸς ἅπαντας τοὺς εἰσιόντας τοῦτον ἀπέφαινον τὸν πρῶτον πατάξαντα καὶ τὰ πλεῖσθʼ ὧν ὑβρίσμην διαπεπραγμένον, τότʼ ἂν εὐθέως ἧκεν ἔχων μάρτυρας πολλοὺς ἐπὶ τὴν οἰκίαν, τότʼ ἂν τοὺς οἰκέτας παρεδίδου καὶ τῶν ἐξ Ἀρείου πάγου τινὰς παρεκάλει· εἰ γὰρ ἀπέθανον, παρʼ ἐκείνοις ἂν ἦν δίκη. 54.29εἰ δʼ ἄρʼ ἠγνόησε ταῦτα, καὶ τοῦτο τὸ δίκαιον ἔχων, ὡς νῦν φήσει, οὐ παρεσκευάσατʼ ὑπὲρ τηλικούτου κινδύνου, ἐπειδή γʼ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν, ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ παραδιδοὺς ἐφαίνετʼ ἄν· ὧν οὐδὲν πέπρακται τούτῳ. ὅτι δʼ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχʼ πρόκλησις ἦν, λέγε ταύτην τὴν μαρτυρίαν· ἔσται γὰρ ἐκ ταύτης φανερόν.Μαρτυρία

54.30περὶ μὲν τοίνυν τῆς βασάνου ταῦτα μέμνησθε, τὴν ὥραν ἡνίκα προὐκαλεῖτο, ὧν ἕνεκʼ ἐκκρούων ταῦτʼ ἐποίει, τοὺς χρόνους τοὺς πρώτους, ἐν οἷς οὐδαμοῦ τοῦτο βουληθεὶς τὸ δίκαιον αὑτῷ γενέσθαι φαίνεται, οὐδὲ προκαλεσάμενος, οὐδʼ ἀξιώσας. ἐπειδὴ τοίνυν ταὐτὰ πάντʼ ἠλέγχεθʼ ἅπερ καὶ νῦν, πρὸς τῷ διαιτητῇ, καὶ φανερῶς ἐδείκνυτο πᾶσιν ὢν ἔνοχος τοῖς ἐγκεκλημένοις, 54.31ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδʼ ὑμᾶς ἀγνοήσειν οἴομαι, ἐὰν ἀκούσητε, “Διότιμος Διοτίμου Ἰκαριεύς, Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς, Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.26 Dem. 54.30 (English) >>Dem. 54.33

Powered by PhiloLogic